Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 4-9
Not analysed yet
4. Ἑξῆς δὲ τούτοις ὁ Κέλσος, θέλων μὴ μᾶλλον ἡμῖν τὴν πρόνοιαν πεποιηκέναι τὰ φυόμενα ἐπὶ γῆς, ἢ τοῖς τῶν ζώων ἀγριωτάτοις, φησίν· ‘Ἡμεῖς μέν γε κάμνοντες καὶ προσταλαιπωροῦντες μόλις καὶ ἐπιπόνως τρεφόμεθα· τοῖς δʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται· ᾿οὐχ ὀρῶν ὅτι πανταχοῦ τὴν ἀνθρωπίνην σύνεσιν γυμνάζεσθαι βουλόμενος ὁ θεός, ἴνα μή μένγ ἀργὴ καὶ ἀνεπινόητος τῶν τεχνῶν, πεποίηκε τὸν ἄνθρωπον ἐπιδεῆ· ἵνα διʼ αὐτὸ τὸ ἐπιδεὲς αὐτοῦ ἀναγκασθῇ εὑρεῖν τέχνας, τινὰς μὲν διὰ τὴν τροφὴν ἄλλας δὲ διὰ τὴν σκέπην. καὶ γὰρ κρεῖττον ἦν τοῖς μὴ μέλλουσι τὰ θεῖα ζητεῖν καὶ φιλοσοφεῖν τὸ ἀπορεῖν ὑπὲρ τοῦ τῇ συνέσει χρήσασθαι πρὸς εὕρεσιν τεχνῶν, ἤπερ ἐκ τοῦ εὐπορεῖν πάντη τῆς συνέσεως ἀμελεῖν. ἡ τῶν κατὰ τὸν βίον γοῦν χρειῶν ἀπορία συνέστησε τοῦτο μὲν γωργικὴν, τοῦτο δὲ ἀμπελουργικήν, τοῦτο δὲ τάς περὶ τοὺς κήπους τέχνας, τοῦτο δὲ τεκτονικὴν καὶ χαλκευτικήν, ποιητικὰς ἐργαλείων ταῖς ὑπηρετουμέναις τέχναις τὰ πρὸς τροφήν· δὲ τῆς σκέπης ἀπορία τοῦτο μὲν ὑφαντικὴν τὴν μετὰ τὴν ξαντικὴν καὶ τὴν νηστικὴν εἰσήγαγε, τοῦτο δὲ οἰκοδομικήν· καὶ οὕτως ἀναβέβηκεν ἡ σύνεσις καὶ ἐπὶ ἀρχιτεκτονικήν. ἡ δὲ τῶν χρειῶν ἔνδεια πεποίηκε καὶ τὰ ἐν ἑτέροις τόποις γεννώμενα φέρεσθαι διὰ ναυτικῆς καὶ κυβερνητικῆς πρὸς τοὺς μὴ ἔχοντας ἐκεῖνα· ὥστε καὶ τούτων ἕνεκεν θαυμάσαι τις ἂν τὴν πρόνοιαν, συμφερόντως παρὰ τὰ ἄλογα ζῶα ἐνδεὲς ποιήσασαν τὸ λογικόν. τὰ μὲν γὰρ ἄλογα ἑτοίμην ἔχει τὴν τροφὴν, ἄτε οὐδʼ ἀφορμὴν πρὸς τέχνας ἔχοντα· καὶ φυσικὴν δʼ ἔχει τὴν σκέπην, τετρίχωται γὰρ ἤ ἐπτέρωται πεφολίδωται ἢ ὀστράκωται.