Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 5-8
Not analysed yet
5. Ἐξῆς δὲ τούτοις ἑαυτῷ ἀνθυποφέρει τὰ ὡς ὑπὲρ ἀνθρώπων λεγόμενα, ὅτι ὄι᾿ αὐτοὺς τὰ ἄλογα ζῶα δεδημιούργηται, καί φησιν ὅτι ‘Εἴ τις ἡμᾶς λέγοι ἄρχοντας τῶν ζώων, ἐπεὶ ἡμεῖς τὰ ἄλλα ζῶα θηρῶμέν τε καὶ δαινύμεθα, φήσομεν ὅτι τί δʼ οὐχὶ μᾶλλον ἡμεῖς δι᾿ ἐκεῖνα γεγόναμεν, ἐπεὶ ἐκεῖνα θηρᾶται ἡμᾶς καὶ ἐσθίει; ἀλλὰ καὶ ἡμῖν μὲν ἀρκύων καὶ ὅπλων δεῖ, καὶ ἀνθρώπων πλειόνων βοηθῶν καὶ κυνῶν κατὰ τῶν θηρευομένων· ἐκείνοις δʼ αὐτίκα καὶ καθʼ αὐτὰ ἡ φύσις ὅπλα δέδωκεν, εὐχερῶς ἡμᾶς ὑπάγουσα ἐκείνοις. ᾿καὶ ἐνταῦθα δὲ ὁρᾷς τίνα τρόπον ἡ σύνεσις μέγα βοήθημα ἠμῖν δέδοται καὶ παντὸς ὅπλου κρεῖττον, οὐ δοκεῖ ἔχειν τὰ θηρία. ἡμεῖς γοῦν οἱ πολλῷ τῷ σώματι τῶν ζώων ἀσθενέστεροι, τινῶν δὲ καὶ εἰς ὑπερβολὴν βραχύτεροι, κρατοῦμεν διὰ τὴν σύνεσιν τῶν θηρίων, καὶ τοὺς τηλικούτους ἐλέφαντας θηρεύομεν· τὰ μὲν πεφυκότα τιθασεύεσθαι ὑποτάσσοντες τῇ ἡμετἔρᾳ ἡμερότητι· κατὰ δὲ τῶν μὴ πεφυκότων, ἤ μὴ δοκούντων ἡμῖν χρείαν παρέχειν ἐκ τῆς τιθασείας, οὕτω μετὰ τῆς τμετέρας ἱστάμεθα ἀσφαλείας, ὥστε, ὅτε μὲν βουλόμεθα, ἔχομεν τὰ τηλικαῦτα θηρία κατακεκλεισμένα· ὅτε δὲ χρήζομεν τροφῆς τῆς ἀπὸ τῶν σωμάτων αὐτῶν, οὕτως αὐτὰ ἀναιροῦμεν ὡς καὶ τὰ μὴ ἄγρια τῶν ζώων. δοῦλα οὖν πάντα τοῦ λογικοῦ ζώου καὶ τῆς φυσικῆς αὐτοῦ συνέσεως κατεσκεύασεν ὁ δημιουργός. καὶ εἰς ἄλλα μὲν κυνῶν χρήζομεν, φέρʼ εἰπεῖν, εἰς φυλακὴν ποιμνίων ἢ βουκολίων ἢ αἰπολίων ἢ οἰκιῶν· εἰς ἄλλα δὲ βοῶν, οἷον εἰς γεωργίαν· εἰς ἄλλα δʼ ὑποζυγίοις χρώμεθα ἢ ἀχθοφόροις. οὕτως εἰς γυμνάσιον τῶν τῆς ἀνδρείας ἐν ἡμῖν σπερμάτων δεδόσθαι ἠμῖν λέγεται τὸ λεόντων καὶ ἄρκτων, παρδάλεών τε καὶ συῶν, καὶ τὸ τῶν τοιούτων γένος.