Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXΙV.
Origen, Philocalia 6-10
Not analysed yet
6. Οὔτι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι· καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται· τροπὴυ δέ τινα τῶν ποιοτήτων γεγονέναι φημὶ, καθʼ ἄς δημιουργὸν εἶναι λέγω τὸν θεόν. καὶ ὡσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφʼ ὤν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία γενόμενοι οἱ λίθοι· τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημὶ, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος· οὗτω μοι δοκεῖ καὶ τόν θεὸν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθʼ ἤν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω. Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρός τοῦ θεοῦ γεγονέναι φὴς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμένῳ. λέγε δή, εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακά ποιότητες εἶναι τῶν οὐσιῶν; Δοκεῖ. Ἀυωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὑλῃ, ἢ ρχὴν ἔσχον τοῦ εἶναι; Συνεῖναί φημι ἀγενήτως τῇ ὑλῃ ταυτασὶ τὰς ποιότητας. Οὐχὶ δὲ τὸν θεὸν φὴς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι; Τοῦτό φημι. Πότερον οὖν εἰς τὸ κρεῖττον, ἢ εἰς τό χεῖρον ; Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ. Οὐκοῦν εἰ ποιότητες ὑλης τὰ κακά, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεφεν ὁ θεὸς, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη. οὐ γὰρ ἔμειναν αἱ ποιότητες ὁποῖαί ποτε ἤσαν τῇ φύσει· ἢ εἰ μὲν πρότερον οὐκ ἦσαν αἱ ποιότητες κακαὶ, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φης, αἶτιος ἔσται τῶν κακῶν ὁ θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς· ἢ τὰς μὲν κακάς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέφοι τὸν θεόν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον, τῆς διακοσμήσεως ἕνεκα πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις; Οὕτως ἄνωθεν εἶχον ἐγώ.