Ancient Greek
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVI.
Origen, Philocalia 7-10
Not analysed yet
7. τμεῖς δὲ ἤδη τὸ φαινόμενον μῖν ἀπὸ τῆς ἐξετάσεως τῶν ἱερῶν λογίων παραθησόμεθα· ἐφάσκομεν γὰρ ἀρέσκεσθαι μὲν τῷ λέγειν ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτοις εἶναι τὰ ἀγαθά καὶ τὰ κακά· οὐ μὴν ήριθμοῦμεν εἰς τὰ ἀπροαίρετα τῶν ἀγαθῶν τὴν ὑγείαν καὶ τὸ κάλλος καὶ τὴν εὐγένειαν καὶ τήν εὐδοξίαν καὶ τὸν πλοῦτου· καὶ κατὰ τὸ δυνατὸν ἐπειράθημεν τὰ περισπῶντα ὡς ἐν ἐπιτομῇ διαλύσασθαι. τίνα τοίνυν ἐστὶ τὰ ἀπροαίρετα ἀγαθά ἤδη λεκτέον· ἐπεὶ ἀληθὲς τό· ἄν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόυ· καί· Ἐάν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην γρύπνησεν ὀ φυλάσσων. οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάσσει πόλιν πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκοδομοῦντος καὶ ματαία ἡ φυλακὴ τοῦ τηροῦντος, ἐὰν μὴ κύριος οἰκοδομήσῃ καὶ κύριος φυλάξῃ. ἐκτός ἄν εἶη τῆς προαιρέσεως μῶν ἀγαθὸν ἠ ἀντιλαμβανομένη τοῦ κυρίου δύναμις τῆς οἰκοδομῆς τοῦ οἰκοδομοῦντος καὶ συνοικοδομοῦσα τῷ οὐ δυναμένῳ καθʼ αὐτὸυ ἀπαρτίσαι τὸ οἰκοδομούμενον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς φυλασσομένης πόλεως νοητέον. καὶ ὡσπερ ἐάν εἶποιμι τὀ γεωργικὸν ἀγαθὸν τὸ ποιητικόν τοῦ καρποῦ μικτὸν εἶναι ἐκ προαιρετικοῦ τοῦ κατἀ τἡν τέχνην τοῦ γωργοῦ καὶ ἀπροαιρέτου τοῦ παρὰ τῆς προνοίας, κατά τὴυ τῶν ἀέρων εὐκρασίαν καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὗτο τὸ τοῦ λογικοῦ ἀγαθόν μικτόν ἐστιν ἔκ τε τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς συμπνεούσης θείας δυνάμεως τῷ τὰ κάλλιστα προελομένῳ. οὐ μόνον τοίνυν εἰς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι χρεία καὶ τῆς προαιρέσεως τῆς τμετέρας καὶ τῆς θείας συμπνοίας, ἥτις ἐστὶν ὠς πρὸς ἡμᾶς ἀπροαίρετον, ἀλλά καὶ εἰς τὸ γενόμενον καλὸν καὶ ἀγαθὸν διαμεῖναι ἐν τῇ ἀρετῇ· μεταπεσουμένου καὶ τοῦ τελειωθέντος, εἰ ὑπερεπαρθείη ἐπὶ τῷ καλῷ καὶ ἑαυτὸν ἐπιγράφοι τούτου σιτίον, οὐχὶ δὲ τὴν δέουσαν δόξαν ἀναφέρων τῷ τῶν πολλῶν πλεῖον δωρησαμένῳ εἰς τὴν κτῆσιν καὶ τήν συνοχήν τῆς ἀρετῆς. τοιοῦτον δέ τι σἴτιον καὶ τοῦ κατὰ τὸν Ἰεζεκιὴλ εἰρημένου ἀμώμου περιπεπατηκέναι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως εὑρεθῇ ἀνομία ἐν αὐτῷ, ἡγούμεθα τυγχάνειν τοῦ αὐτὸν κατά τὸν Ἠσαΐαν ἐκπεπτωκέναι ἐκ τοῦ οὐρανοῦ, ἑωσφόρον ποτὲ γενὸμενον πρωὶ ἀνανέλλοντα, ὑστερον συντετριμμένου ἐπὶ τὴν γῆν. οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ῇ, τῆς ἀπὸ θεοῦ σοφίας ἀπούσης, ἀληθὲς τό εἰς οὐδὲν αὐτὸυ λογισθῆναι· ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς τάξεως καὶ ἀρχικῆς καὶ πάσης τῆς ὅσον θεός πάρεστιν αὐτῇ θείας τυγχανούσης. τάχα γοῦν ὀρῶν ὁ ἱερὸς ἀπόστολος πολὺ ἔλαττον τό μέτερον προαιρετικὸν τῆς τοῦ θεοῦ δυνάμεως πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, φησὶ τὸ τέλος οὐ τοῦ θέλουτος εἶναι οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ· οὐχ ὀς χωρὶς τοῦ θέλειν καὶ τρέχειν ἐλεοῦντος θεοῦ, ἀλλʼ ὡς οὐδενός ὄντος τοῦ θέλειν καὶ τρέχειν συγκρίσει τοῦ ἐλέου τοῦ θεοῦ· καὶ διὰ τοῦτο τὴν ἐπιγραφήν τοῦ καλοῦ δεόντως μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ θεοῦ ἤπερ τῷ ἀνθρωπίνῳ θέλειν καὶ τρέχειν.