Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 7-6
Not analysed yet
7. Ἀρξώμεθα τοίνυν ἀπὸ τῶν περὶ τοῦ Φαραώ εἰρημένων ὡς σκληρυνομένου ὑπὸ θεοῦ, ἴνα μὴ ἐξαποστείλῃ τὸν λαόν· ᾧ συνεξετασθήσεται ἅμα καὶ τὸ ἀποστολικόν Ἄρʼ οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. καὶ ἐπεὶ χρῶνται τούτοις τῶν ἑτεροδόξων τινὲς, σχεδόν καὶ αὐτοὶ τὸ αὐτεξούσιον ἀναιροῦντες, διὰ τὸ φύσεις εἰσάγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι, καὶ ἑτέρας σωζομένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ ἀπολέσθαι· τόν τε Φαραώ φασι φύσεως ὄντα ἀπολλυμένης διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἐλεοῦντος μὲν τοὺς πνευματικούς σκληρύνοντος δὲ τοὺς χοϊκούς· φέρε ἴδωμεν ὅ τί ποτε καὶ λέγουσι. πευσόμεθα γὰρ αὐτῶν εἰ χοϊκῆς φύσεως ὁ Φαραώ ἦν· ἀποκρινομένοις δὲ ἐροῦμεν ὅτι ὁ τῆς χοικῆς φύσεως πάντως ἀπειθεῖ θεῷ· εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν, καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ πλεονάκις; εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν καὶ πάντως ἐπείσθη ἂν, ἅτε οὐκ ὢν χοϊκὸς, ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρήζει δὲ αὐτοῦ ὁ θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος· διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν. ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς, εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν, ὅτι φύσεως ἦν ἀπολλυμένης ὁ Φαραώ. τὰ δʼ αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ ἀποστόλῳ λεγομένου λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ θεός; τοὺς ἀπολλυμένους, ὥς τι πεισομένους εἰ μὴ σκληρυνθεῖεν; ἢ δηλονότι σωθησομένους, τῷ μή εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης; τίνας δὲ καὶ ἐλεεῖ; ἆρα τοὺς σωθησομένους; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις ἐσομένοις; εἰ μὴ ἄρα, ἐπεὶ ἐπιδέχονται ἀπώλειαν εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται, ἵνʼ ὅπερ ἐπιδέχονται μὴ λάβωσι τὸ ἀπολέσθαι, ἀλλὰ γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους.