Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 8-4
Not analysed yet
8. Ἐπαπορητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ Ἐσκλήρυνε, τί δήποτε λέγουσι τὸν θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν, καὶ τί προτιθέμενον τοῦτο ποιεῖν; τηρείτωσαν γὰρ καὶ ἔννοιαν θεοῦ κατά μὲν τὸ ὑγιὲς δικαίου καὶ ἀγαθοῦ· εἰ δὲ μή βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω, δικαίου· καὶ παραστησάτωσαν πῶς ὁ ἀγαθός καὶ δίκαιος ἢ ὁ δίκαιος μόνον φαίνεται δικαίως σκληρύνων καρδίαν τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου· καὶ πῶς ὁ δίκαιος αἴιος ἀπωλείας γίνεται καὶ ἀπειθείας, τῶν ὑπʼ αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων. τί δὲ αὐτῷ καὶ μέμφεται, λέγων· Σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. Ἰδοὺ, πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ, καὶ τόν πρωτότοκόν σου· καὶ ὅσα ἄλλα ἀναγέγραπται ὡς τοῦ θεοῦ λέγοντος διὰ Μωσέως τῷ Φαραώ; ἀναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ καὶ ὅτι ὁ θεὸς δίκαιος, ἐάν εὐγνώμων ᾖ, ἀγωνίζεσθαι πῶς ἐν ταῖς τοιαύταις λέξεσι δίκαιος τρανῶς νοηθῇ. εἰ μὲν γὰρ ἀπογραψάμενός τις γυμνῇ τῇ κεφαλῇ ἵστατο πρός τὸ πονηρόν εἶναι τὸν δημιουργὸν, ἄλλων ἔδει λόγων πρὸς αὐτόν. ἐπεὶ δέ φασι διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν πῶς ἂν ὁ ἀγαθός καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ.