Ancient Greek · ~2 min
Scholion 10
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 10
Not analysed yet
Οὐ διαφωνεῖ πρὸς τὸ οἶδά σου τὰ ἔργα καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν, ἃ σὺν ἀγάπῃ κατορθοῦται, τὸ ἔχω κατὰ σοῦ, ὅτι τὴν πρώτην ἀγάπην ἀφῆκας· μαχόμενον γὰρ ἂν ἦν, εἰ καθάπαξ ἐνεκαλεῖτο ἀποβαλεῖν τὴν ἀγάπην· οὐκ ἐπιτρέπει δὲ τοῦτο ἐκλαβεῖν προσκείμενον τὸ ἀφῆκάς σου τὴν ἀγάπην τὴν πρώτην. ἴσως γὰρ ἄνεσις καὶ ἐλάττωσις ἐγεγόνει περὶ τὴν ἀγαπητικὴν αὐτοῦ διάθεσιν· διὸ καὶ ἀνεθείσης αὐτῆς εἶχεν καὶ κόπον καὶ ἔργα καὶ ὑπομονὴν ὑπὸ θεοῦ γινωσκόμενα· οὐ γὰρ ἀναγκαίως ὑπάρχει τὸν κατ' ἀρετὴν ἐνεργοῦντα κατὰ τελείαν ἕξιν αὐτὸ πράττειν.