Ancient Greek · ~4 min
Scholion 9
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 9
Not analysed yet
Ὁ πᾶς ἐνεστηκὼς αἰὼν νὺξ ὀνομάζεται κατὰ τὴν ἐπίνοιαν, ὡς δηλοῖ ἡ παραβολὴ τῶν ιʹ παρθένων. ἐπεὶ οὖν ἥλιος ἡμέραν καὶ οὐ νύκτα φωτίζει, τοῖς ἐν νυκτὶ διάγουσι χρεία λυχνίας οὐ φωτός. τοῦτο δέ ἐστιν τὸ κατὰ τὴν θείαν παίδευσιν φωτίζον τοὺς ἀκούοντας. καὶ ἐπεὶ μὴ ἀλλαχοῦ αὐτὸ δεῖ ἢ ἐν ταῖς ἐκκλησίαις, λυχνίας τὰς ἐκκλησίας ὠνόμασεν, ὑποβάλλων αὐτὰς τῷ ζʹ ἀριθμῷ, μυστικῷ ὄντι, διὸ ἅγιος καὶ εὐλογημένος ἐστίν. ἅπτει λύχνον ὁ τὸν νοῦν ἑαυτοῦ προσάγων τῷ ἀληθινῷ φωτὶ καὶ κἀκεῖθεν οἷα λύχνον αὐτὸν ἅπτων. ἵν' οὖν ὠφελήσῃ τοὺς δυναμένους ὁ τὸν λύχνον ἅψας, ἐπὶ τῷ προφορικῷ λόγῳ ὡς ἐπὶ λυχνίᾳ ἐτίθετο αὐτόν· οὕτω γὰρ φωτίσει διδασκαλίᾳ τοὺς μήπω καιρὸν ἔχοντας καταυγασθῆναι ὑπὸ τοῦ ἀληθινοῦ ἡλίου· μόνοι γὰρ τοῦτον ὁρῶσιν οἱ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες καὶ ἀγαλλιαθέντες, ἵνα ἴδωσι τὴν ἡμέραν τοῦ σωτῆρος. ἀλλ' εἰ καὶ λείπονται τούτου οἱ νυκτερινὴν κατάστασιν ἔχοντες, ἀλλ' οὖν φωτίζονται ὑπὸ λύχνου ἐκεῖθεν ἁφθέντος.