Ancient Greek · ~3 min
Scholion 11
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 11
Not analysed yet
Δυνατὸν εἰπεῖν πρῶτον θάνατον, ὃν ὑφίσταται τὸ σύνθετον ζῷον, ὃν ἔθος κοινὸν θάνατον καλεῖν, δεύτερον δὲ μετὰ τοῦτον τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ, ἣ ἀποτελεσθεῖσα ἀποκύει θάνατον. τοῦ μὲν οὖν πρώτου πειρασθήσεται καὶ ὁ νικῶν ἀποκειμένου πᾶσιν ἀνθρώποις ἅπαξ ἀποθανεῖν, τοῦ δὲ δευτέρου ἐκτὸς ἔσται διὰ ἀναμαρτησίαν ὡς μὴ ἀδικηθῆναι ὑπ' αὐτοῦ ἀντὶ τοῦ μὴ βλαβῆναι. δεύτερον θάνατον ἐρεῖ πάλιν τις τὴν κόλασιν κατὰ τὸ εἰρημένον· ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· ἰσοδυναμεῖ τοῦτο τῷ φθείρεσθαι ὑπὸ τοῦ θεοῦ τὸν ναὸν αὐτοῦ· οὐκ ἀδικεῖται δὲ οὐδὲ ἐκ τούτου τοῦ δευτέρου θανάτου. οἰόμενός τις ἀδύνατα εἶναι περὶ ἀγγέλου ἐκλαβεῖν ἀπολυθήσεται τοῦ περισπασμοῦ γνοὺς ὡς πᾶσα λογικὴ φύσις δεκτική ἐστι τῶν ἀποδοθέντων σημαινομένων περὶ τοῦ θανάτου. ἴσως δὲ ὁ ταραττόμενος τὸν κοινὸν θάνατον ἐν νῷ λαβὼν πέπονθεν ταραχήν.