Ancient Greek · ~2 min
Scholion 12
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 12
Not analysed yet
Ἡ ἐκπορευομένη ἐκ τοῦ στόματος τοῦ σωτῆρος ῥομφαία δίστομος ἡ θεία διδασκαλία αὐτοῦ τυγχάνει, περὶ ἧς καὶ ἐν εὐαγγελίοις φησίν· οὐκ ἦλθεν βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. εἴρηται δὲ δίστομος ἑκατέρωθεν οὖσα τμητική· τέμνει γὰρ οὐ τὰ τῆς κακίας μόνης βλαστήματα, ἀλλὰ καὶ τὰς τῶν φρονημάτων ψευδοδοξίας. εἰκότως δὲ ταύτῃ κέχρηται πρὸς Περγαμηνοὺς ἔχοντας ἐν ἑαυτοῖς τοῦ μάντεως Βαλαὰμ καὶ τῶν Νικολαϊτῶν τὴν διδασκαλίαν· λόγῳ γὰρ δεῖ ἐκτέμνειν καὶ ἀναιρεῖν τὰς τῶν ἑτεροδόξων σοφιστικὰς ἀπάτας.