Ancient Greek · ~1 min
Scholion 13
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 13
Not analysed yet
Ἀνακτέον τὰ ἱστορικῶς γεγενημένα ἐπὶ τοὺς ἐνταῦθα δηλουμένους ἀπατεῶνας, πορνείαν καὶ εἰδωλολατρείαν κατὰ ἀναγωγὴν εἰσηγουμένους. τοιοῦτοι πολλοὶ τῶν αἱρετικῶν εἰσιν. οὐκ ἀπεγνωστέον καὶ περὶ ἀσάρκων τινῶν ψευδομάντεων ταῦτα εἰρῆσθαι· δι' ἀποκαλύψεως γὰρ ἐδείχθη τῷ ἀποστόλῳ.