Ancient Greek · ~4 min
Scholion 14
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 14
Not analysed yet
Οὐ Μωσῆς ὑμῖν δέδωκεν τὸν ἄρτον, εἶπεν κύριος πρὸς τοὺς ἀγνώμονας Ἰουδαίους, ἀλλ' ὁ πατὴρ δώσει τὸν ἄρτον τὸν ἀληθινόν· οὗτος δέ ἐστιν ὁ ἄρτος τοῦ θεοῦ, ἵνα τις φαγὼν ἐξ αὐτοῦ μὴ ἀποθάνῃ. τοῦτό ἐστι τὸ μάννα τὸ κεκρυμμένον καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινόν. ἐπειδὴ δὲ περὶ πνευματικῶν ὁ λόγος ἀνωτέρω, χωριστέον παντὸς αἰσθητοῦ δηλουμένου περὶ τῆς ψήφου. ἐν τῇ πνευματικῇ τοίνυν ψήφῳ, λευκῇ διὰ τὸ φωτοειδές, ὄνομα καινὸν γράφεται κατὰ τὴν Καινὴν Διαθήκην, ὃ σημαίνει τὴν ποιότητα τοῦ εἰληφότος καὶ ἐγνωκότος αὐτό. ἐπεὶ γὰρ κατὰ πᾶσαν προκοπὴν οἰκείαν τῇ ἐκ τῆς προκοπῆς ποιότητι ἔχει τις προσηγορίαν, ἀεὶ τῶν ὀνομάτων τῶν προτέρων παρερχομένων, τὸ δὲ ἐπὶ πᾶσιν γραφόμενον ὄνομα τοῦ τελειωθέντος, οὐκ ἔχον ἕτερον μετὰ τοῦτο, ἀεὶ καινόν ἐστι κατὰ τὴν ἀδιάδοχον Καινὴν Διαθήκην καὶ ἔτι τοῦ κρυπτοῦ τῆς καρδίας ἀνθρώπου παραστατικόν. τοῦτο οὐδεὶς αὐτῶν οἶδεν εἰ μὴ ὁ λαμβάνων μόνος καταλλήλως τῷ· τίς γὰρ οἶδεν τὰ τοῦ ἀνθρώπου; καὶ τὰ ἑξῆς.