Ancient Greek · ~4 min
Scholion 21
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 21
Not analysed yet
Στύλους πάντας εὑρίσκομεν ὀνομαζομένους τοὺς δυναμένους τὰ πρῶτα τῆς ἐκκλησίας φέρεσθαι. αὐτίκα γοῦν Παῦλος Ἰάκωβον καὶ Κηφᾶν καὶ Ἰωάννην εἶπεν στύλους εἶναι. καὶ ὁ θεός φησιν περὶ τῶν τοιούτων· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, καί· ἐπιμετεωρίζονται οὗτοι εὐσεβείας καὶ ἀρετῆς πτεροῖς. λέγεται περὶ αὐτῶν τῶν φορούντων λοιπὸν τὴν εἰκόνα τοῦ ἐπουρανίου· στύλοι οὐρανοῦ ἐπετάσθησαν. καὶ ἐπεὶ ἕκαστος τῶν οὕτω τυγχανόντων στύλων ἐν τῷ ναῷ τοῦ θεοῦ ἑδραῖος καὶ ἀμετακίνητός ἐστιν, ἐρριζωμένος καὶ τεθεμελιωμένος ἐν ἀγάπῃ, οὐκ ἄν ποτε γένοιτο ἔξω, ἔνθα γέγονεν Κάϊν ἐξελθὼν ἀπὸ τοῦ προσώπου τοῦ θεοῦ· ἐρχόμενος γὰρ δι' ἐνεργειῶν ἀρετῆς πρὸς τὸν σωτῆρα οὐκ ἐκβάλλεται ἔξω. ἐπὶ τὸν οὕτω γενόμενον στύλον γράφει τὸ ὄνομα τοῦ πατρός, ἐννοίας αὐτῷ τοῦ πατρὸς ἐγχαράττων, ἀλλὰ καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ ζῶντος θεοῦ, ἥτις ἐπουράνιος Ἱερουσαλήμ ἐστιν καταβᾶσα παρὰ θεοῦ ἐκ τοῦ οὐρανοῦ. αὕτη ἐστὶν ἡ ἐκκλησία τοῦ θεοῦ τοῦ ζῶντος.