Ancient Greek · ~5 min
Scholion 22
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 22
Not analysed yet
Ὁ πιστὸς καὶ ἀληθινὸς ὁ σωτὴρ ὑπάρχει οὐ διὰ τὸ πίστεως καὶ ἀληθείας μετέχειν, ἀλλὰ διὰ τὸ βέβαιον κατ' οὐσίαν εἶναι· ἀληθινὸς γὰρ ὁ αὐτὸς ἐπ' αὐτοῦ διὰ τὸ ἀλήθειαν καὶ ἀληθινὸν εἶναι. ὅτι δὲ τὸ πιστὸς ἀντὶ βεβαίου καὶ ἀτρέπτου κεῖταί φησιν ὁ ἀπόστολος· εἰ ἀπιστοῦμεν, αὐτὸς πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται, καὶ Μωσῆς· θεὸς πιστὸς καὶ οὐκ ἔστιν ἀδικία. εἰς τοῦτο λήψει καὶ τὸ γραφόμενον Τιμοθέῳ· πιστὸς ὁ λόγος, ἀντὶ τοῦ μένων ἀεὶ καὶ οὐ διαπίπτων. εἴρηται δὲ ὁ μάρτυς ὁ πιστὸς καὶ ὁ ἀληθινὸς πρὸς παράστασιν βεβαιότητος, ὡς αὐτός ἐστιν τὸ ἀμήν. ἀρχὴν δὲ τῆς κτίσεως εἶπεν αὐτόν· οὐχ ὡς κτίσμα πρῶτον κτίσεως ἀρχή ἐστιν αὐτῆς, ἀλλ' ὡς αἰτία τοῦ ὑπάρχειν αὐτὴν οἷα δημιουργός· ἀρχὴ γὰρ ποιημάτων ὁ ποιητής, τουτέστιν τῆς κτίσεως ὁ κτίστης ἐστὶν αὐτῆς καὶ ἄρχων. τὸ αὐτὸ δ' ἐστὶν λέγειν· μέλλω σε ἐμέσαι, καὶ τό· ἐγενήθητέ μοι εἰς πλησμονήν, οἱονεὶ γὰρ ἐπὶ πόλλ' ἕξετε [?]ἐν ἐμοί· ὅταν γὰρ τὴν περί τινος μνήμην ἀποκαλεῖ ἀφ' ἑαυτοῦ ὁ κύριος, τὸν τοιοῦτον ἤμεσεν, γενόμενον αὐτῷ εἰς πλησμονὴν καὶ διὰ τὴν ἀπάτης καὶ κακίας παχύτητα μὴ χωροῦντα ἐν ἑαυτῷ.