Ancient Greek · ~1 min
Scholion 23
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 23
Not analysed yet
Παιδευόμεθα ἐκ τούτων τῶν θείων φωνῶν ὡς ὁ πάντῃ ψυχρὸς καὶ τῆς τοῦ θείου πνεύματος πυρώσεως ἄμοιρος—αὕτη γάρ ἐστιν ἡ ψύξις ἡ νοητή—βελτίων ἐστὶ τοῦ δοκοῦντος μὲν ἐν οἰκείοις τετάχθαι θεοῦ, τὴν δὲ μεσότητα τὴν ἄπρακτον ἔχοντος καὶ τὸ χλιαρόν, ὅπερ δηλοῖ τὴν πρὸς πάντα ῥᾳδίαν μετάκλησιν, ὃ δὴ καὶ κυβίαν ἀπεκάλεσεν ὁ ἀπόστολος.