Ancient Greek · ~3 min
Scholion 24
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 24
Not analysed yet
Συμφωνεῖ τούτοις ὁ Παῦλος γράφων· συνήγειρεν δὲ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. πάντες γὰρ οἱ ἀπόστολοι, νικήσαντες πρὸς ἃς εἶχον τὴν πάλην ἀρχὰς καὶ ἐξουσίας, τῆς νίκης ἔπαθλον ἔσχον τὸ καθίσαι μετὰ τοῦ πατρὸς ἐπὶ δώδεκα θρόνους, ἵνα κρίνωσι τοῦ Ἰσραὴλ τὰς δώδεκα φυλάς. εἴρηται δὲ ὑπὸ τοῦ πατρὸς πρὸς τὸν σωτῆρα· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. διὸ τὸ συγκαθεσθῆναί τινα τῷ πατρὶ ἐν τῷ θρόνῳ αὐτοῦ δηλοῖ τὸ συμβασιλεῦσαι αὐτῷ· σύμβολον γὰρ βασιλείας θρόνος. καὶ δώσει γάρ φησιν αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας.