Ancient Greek · ~3 min
Scholion 25
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 25
Not analysed yet
Φρονιμώτερον ἐντυγχάνειν δεῖ τῇ θεοπνεύστῳ γραφῇ, ἵνα μὴ γέλωτα ὀφλισκάνωμεν παρὰ τοῖς τοῦ κόσμου σοφοῖς· ἀκούοντες γὰρ ἐκεῖνοι ἐν τῷ οὐρανῷ ἠνεῷχθαι θύραν, ἀδύνατον τίθενται τὸ λεχθέν. πρὸς οὓς ἐροῦμεν μὴ κατὰ τὸ πρόχειρον ταῦτα γεγράφθαι, ἀλλὰ κατὰ κεκρυμμένον. ἡ τῶν νοητῶν οὐσία δηλοῦται ἐν τῇ γραφῇ πολλάκις τῇ τοῦ οὐρανοῦ προσηγορίᾳ· διὸ ὅταν λέγῃ θύραν ἠνεῷχθαι ἐν τῷ οὐρανῷ, τὴν κατὰ σαφήνειαν διαίρεσιν τῶν νοητῶν ἐκλαμβάνωμεν, καὶ μάλιστα ὅταν ἀναβαίνων τις ἐκεῖ τῶν ἁγίων λέγῃ τὰς πιστώσεις, πιστώσεις δὲ ἐκ τοῦ μὴ γεγράφθαι. ὡς ἕτερόν τινα ἀνάλαβε τὸν Ἰωάννην ὥσπερ τὸν Ἠλίαν· αὐτὸς γὰρ προσετάγη ἑκουσίῳ ὁρμῇ ἀναβῆναι, ἔνθα ὁ καλῶν ὑπῆρχεν· ἦν δὲ ἐν οὐρανῷ. φησὶ δὲ τὸν προτρεψάμενον φωνῇ μεγάλῃ οἵα σάλπιγγος εἰρηκέναι αὐτῷ τὰ προκείμενα· σημαίνει δὲ τὸ οὕτω λεχθὲν τὴν τῆς ἐννοήσεως μεγαλοφωνίαν μετὰ σαφηνείας γενομένης πρὸς αὐτόν.