Ancient Greek · ~2 min
Scholion 26
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 26
Not analysed yet
Οὐ τοῦτο τὸ ὂν κτίζεται, ἀλλὰ τὸ κτιζόμενόν ἐστι· τὰ λογικὰ δὲ μετὰ τὸ οὐσιωθῆναι καὶ εἶναι δέχονται τὸ κτισθῆναι· αὐτὸς γὰρ εἶπεν· φησὶν καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. κτίζεται γάρ τις ἐπὶ ἔργοις ἀγαθοῖς, πρὸ τούτου ὢν θεοῦ ποίημα, εἰς καρδίαν καθαράν. καὶ οὐκ αὐτὸς οὗτος ὁ πατὴρ ἐκτίσατό σε καὶ ἐποίησέν σε καὶ ἔπλασέν σε. . . . . . σημειωτέον ὡς καὶ τὰ κτίσματα τῷ θελήματι τοῦ θεοῦ γεγονέναι φησίν· ὅθεν οὐκ ἐξαπτέον τὴν ὕπαρξιν τοῦ σωτῆρος τῆς θελήσεως τοῦ πατρός· οὐ γὰρ κτίσμα τυγχάνει· τὸ γὰρ ἑξῆς δηλοῖ τοῦτο σαφῶς.