Ancient Greek · ~6 min
Scholion 27
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 27
Not analysed yet
Λέξει τις περὶ τοῦ βιβλίου τούτου, ὡς εἴη ὁ πᾶς λόγος τῆς προνοίας, καθ' ὃν ἡ κρίσις θεοῦ ἐπάγεται τοῖς ἀνθρώποις, ἡδέα τε καὶ ἀηδῆ. καὶ ἐπεὶ τὸ βιβλίον οὐ μόνον τὰ περὶ τῶν αἰσθητῶν περιέχει πραγμάτων, ἀλλὰ καὶ νοητῶν, ἔσωθεν καὶ ἔξωθεν γεγραμμένον ἐστίν, καὶ ἐπεὶ ἀνεξεραύνητα τὰ κρίματα καὶ αἱ ὁδοὶ τοῦ θεοῦ, καθ' ἃς ἐπιπορευόμενος τοῖς ὅλοις κρίνει καὶ οἰκονομεῖ τὰ περὶ ἕκαστον, θείῳ ἀριθμῷ σφραγίδων συσσφίγγεται τὸ βιβλίον. ἐνεστῶτος καιροῦ, καθ' ὃν δεῖ συμβῆναί τινα τοῖς ἐπὶ γῆς, τοῖς μὲν ἡδέα, τοῖς δὲ σκυθρωπά, ζητεῖται, τίς ἔχει δύναμιν τοσαύτην, ὡς λαβεῖν τὸ βιβλίον ἐκ τῆς δεξιᾶς τοῦ κατέχοντος καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ. εἶτα δηλοῦται ἐκ τῶν ἑπομένων, ὡς οὐδεὶς γεννητός, οὐκ ἐπουράνιος, οὐκ ἐπίγειος, ἄξιος εὕρηται διὰ τὴν ἐλάττωσιν τῆς φύσεως τὸν τῆς προνοίας λόγον διακρίσεως καὶ διοικήσεως φανερῶσαι, μόνου τοῦ ἐκ σπέρματος Δαυῒδ τὸ κατὰ σάρκα ὄντος φανέντος ἀξίου πρᾶξαι τὰ ἐμφερόμενα ἐν τῷ βιβλίῳ· οὐ γὰρ ὁ πατὴρ κρίνει οὐδένα. οὗτος ὁ ἐκ τῆς φυλῆς Ἰούδα λέων, ἡ ῥίζα Δαυΐδ, τὸ ἀρνίον τὸ ἐσφαγμένον τυγχάνει περὶ τούτου τοῦ βιβλίου. καὶ Μωϋσῆς ἔγραψεν καὶ ἐν Ἠσαΐᾳ γέγραπται περὶ αὐτοῦ καὶ πολλαχοῦ τῆς γραφῆς. ἐπεὶ πρώτης ἐπιδημίας πολλὴν ἀσάφειαν εἶχεν ἡ προτέρα Διαθήκη, ἐν σφραγῖσιν ἑπτὰ ἐσφράγιστο τὰ γεγραμμένα· οὕτω δὲ σαφῆ γέγονεν μετὰ τὴν ἀνάστασιν τοῦ κυρίου, ὡς τοὺς πείρᾳ τὴν ἄνοιξιν ἐσχηκότας λέγειν περὶ τοῦ ἐσφαγμένου ἀρνίου· οὐχ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὅτε διήνοιγεν ἡμῖν τὰς γραφάς;