Ancient Greek · ~2 min
Scholion 5
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 5
Not analysed yet
Οὐ γίνεται ἀτεχνῶς ἓν ὡς ἓν οὐδὲ πολλὰ ὡς μέρη ὁ υἱός, ἀλλ' ὡς πάντα ἓν ἔνθεν καὶ ἄλλως πάντα ἕν· κύκλος γὰρ ὁ αὐτὸς πασῶν τῶν δυνάμεων εἰς ἓν εἰλομένων καὶ ἑνουμένων. διὰ τοῦτο τὸ α καὶ τὸ ω ὁ λόγος εἴρηται, οὗ μόνου τὸ τέλος ἀρχὴ γίνεται καὶ τελευτᾷ πάλιν, ἐπὶ τὴν ἄνωθεν ἀρχὴν οὐδαμοῦ διάστασιν λαβών. Διὸ δὴ καὶ τὸ εἰς αὐτὸν καὶ δι' αὐτοῦ πιστεῦσαι μοναδικόν ἐστι γενέσθαι ἀπερισπάστως ἑνούμενον ἐν αὐτῷ, τὸ δὲ ἀπιστῆσαι διστάσαι ἐστὶν καὶ διαστῆναι καὶ μερισθῆναι.