Ancient Greek · ~4 min
Scholion 6
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 6
Not analysed yet
Ἐν τῷ νϛʹ ψαλμῷ γέγραπται· οἱ υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. οὐχ ὥστε ψεκτὰ πάντως εἶναι τὰ λεγόμενα· εἰ γάρ ἐστιν ὅπλα δικαίων καὶ βέλη ἐκλεκτὰ καὶ μάχαιρα ἐπαινετὴ πάντων υἱῶν ἀνθρώπων στρατευομένων τῶν μὲν τῷ θεῷ καὶ τῇ δικαιοσύνῃ, τῶν δὲ τῷ πονηρῷ καὶ τῇ ἁμαρτίᾳ, οὐδὲ ἀμφιβάλλειν περὶ τῶν ἐνταῦθα εἰρημένων τοῦ γενομένου υἱοῦ ἀνθρώπου ἔχοντος ῥομφαίαν ὀξεῖαν ἐν τῷ στόματι. αὐτὸς γὰρ εἶπεν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν, καὶ τοιαύτην, ὥστε διικνεῖσθαι ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος καὶ τὰ ἑξῆς. οἱ μὲν οὖν φαῦλοι μελετήσαντες ὑπὲρ τῶν ψευδῶν δογμάτων τὸν νοῦν ἱκανῶς ἠκόνησαν ὡς μάχαιραν ὀξεῖαν ἐπὶ κακῷ τῶν ἀκουόντων, οἱ δὲ ἐν ταῖς θείαις γραφαῖς τὸν νοῦν ἀκονήσαντες ὑπὲρ ἑαυτῶν καὶ τῆς τῶν ἀκουόντων σωτηρίας ἔχουσι γλῶσσαν ἐπὶ σωτηρίᾳ μάχαιραν ὀξεῖαν γεγενημένην· οἱ μὲν γὰρ φαῦλοι τιτρώσκουσι μαχαίρᾳ, †γλώσσας δὲ σοφίαν ἰῶντας †καὶ τιτρώσκουσιν ἀγάπῃ· τῇ ἀγάπῃ οὖν ἔτρωσεν ἡμᾶς ὁ κύριος.