Ancient Greek · ~5 min
Scholion 7
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 7
Not analysed yet
Ὁ ταύτας, ὡς ἔχει, θείας θεωρίας ἀνεῳγμένως νοήσας τὸν θεὸν λόγον εἶναι τὸ ἄλφα, ἀρχὴν καὶ αἰτίαν τῶν ἁπάντων, πρῶτόν τε οὐ χρόνῳ, ἀλλὰ τιμῇ—αὐτῷ γὰρ προσφέρεται δόξα καὶ τιμή . . . ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων ὡς τὸ τέλος ἐπάγων τοῖς παρ' αὐτοῦ γινομένοις τὸ ω εἶναι εἴρηται. καὶ πρῶτος καὶ ἔσχατος πάλιν οὐ κατὰ χρόνον, ἀλλ' ὡς ἀρχὴν καὶ τέλος ἐπάγων· τὰ γὰρ ἄκρα τῶν στοιχείων ὡς ἀρχὴ καὶ τέλος ἐλήφθησαν καὶ τὰ ἄλλα μέσα περιέχοντα. ἀλλ' οὕτως, ζωὴ ὢν κατὰ φύσιν, νεκρὸς δι' ἡμᾶς ἐγένετο· λύσας τὰς ὠδίνας τοῦ θανάτου, ζῶν ἐστιν εἰς τοὺς αἰῶνας. καὶ νεκρὸν μὲν γεγονέναι ὡμολόγησεν, ζωὴ δὲ οὐ γέγονε, ἀλλ' εἶναι διεβεβαιώσατο λέγων· ὁ ζῶν καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι, ὥστε τὴν μὲν νεκρότητα διά τι ὑπομεῖναι, τὴν δὲ ζωὴν ἀεὶ εἶναι ἑαυτὸν ὡρίσατο. ὁ ταῦτα μαθὼν τὰ γράμματα, τὸ α φημὶ καὶ τὸ ω οὐ τὰ αἰσθητά, ἀλλ' ἅπερ γράφει τὸ πνεῦμα τὸ ἅγιον, οἶδεν τὸν αὐτὸν ἀρχὴν τῶν ὅλων καὶ τέλος τῶν ἁπάντων κατ' αὐτὸν τὸν θεολόγον Ἰωάννην εἰπόντα· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος σὰρξ ἐγένετο· αὐτοῦ γὰρ ἐνανθρωπήσαντος τὸ τέλος τῆς τῶν ὅλων σωτηρίας ἐγένετο.