Ancient Greek · ~1 min
Scholion 8
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 8
Not analysed yet
Γενόμενος γὰρ νεκρὸς περιέγραψεν τὴν ἐπὶ γῆς αὑτοῦ ζωήν, ἵνα ἀναληφθεὶς καθίσῃ ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς ἐπὶ τὸ ζῆν εἰς τοὺς αἰῶνας, θανάτου οὐκέτι κυριεύοντος, ἐπείπερ ὃ ζῇ, ζῇ εἰς τοὺς αἰῶνας τῷ θεῷ, οὐκέτι ἀποθνήσκων.