Ancient Greek
Scholion 31
Origen, Scholia in Apocalypsem (scholia 28-38) 31
Not analysed yet
Σκυθρωπῶν μελλόντων ἐπιφέρεσθαι, ὑπηρετῶν τις ἄγγελος θεοῦ φων<εῖ> πρὸς τοὺς ἐγχειρισθέντας τὰ ἐπίπονα, τέως μὴ ἐπάγειν αὐτὰ ἕως σφραγῖδας ἐπὶ τῶν μετ<ώ>πων λάβ<ω>σιν οἱ τοῦ θεοῦ δοῦλοι. ἐντέλλεται τοῦτο αὐτὸ λέξεσιν ἑτέραις ἐν Ἰεζεκιὴλ τῷ προφήτῃ Κόπτετε καὶ μὴ φ<ε>ίδεσθέ τι, ἐφ' οἷς δέ ἐστι τὸ σημεῖον μὴ ἐγγ<ί>σητε. μήποτε οὖν, ἐπεὶ οἱ κολαζόμενοι διὰ ἰδίας ἁμαρτίας τοῦτο πάσχουσιν, τοῖς δικαίοις χαρακτήρ τις σημαίνων τὴν προσοῦσαν αὐτοῖς δικαιοσύνην τίθεται ἐπὶ τοῦ μετώπου, τουτέστιν ἐπὶ τῆς <ἐπ'> ἀρετῇ παρρησία<ς> αὐτῶν, οἳ τοῦ προκειμένου τυχόντες σημείου χάριν ὁμολογοῦντες τῷ δεδωκότι φασίν Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε, καὶ πάλιν Δέδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξο<υ>.