Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 129
Not analysed yet
Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλεμμα. Ἐπείπερ ὁ Θεὸς ἀπέστειλε διὰ τὴν τῶν πολλῶν ζωὴν τὸν Ἰωσὴφ ἔμπροσθεν τῶν ἀδελφῶν αὐτοῦ εἰς Αἴγυπτον, δηλονότι ὁ Θεὸς ἀποστέλλων αὐτὸν εἰς Αἴγυπτον, συγκατεχρήσατο τῷ ζήλῳ καὶ τῇ προαιρέσει τῶν ἀδελφῶν αὐτοῦ εἰς τὴν περὶ τοῦ Ἰωσὴφ ἐπὶ ζωῇ πολλῶν οἰκονομίαν. Οὐκοῦν ἔσθʼ ὅτε συγχρώμενος ἑτέρων ἁμαρτίαις ὁ Θεὸς, οἰκεῖα βουλεύεται ἐπὶ ἄλλων σωτηρίᾳ.