Ancient Greek
130 to 132
Origen, Selecta in Genesim 130-132
Not analysed yet
Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ᾿ ὁ Θεὸς, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοστα πάσης γῆς Αἰγύπτου. Ὁ ἄρχων τῶν σωματικῶν πραγμάτων, καὶ μηδαμῶς αὐτοῖς εἴκων, λέγοιτʼ ἂν τὸ, Ἐποίησέ με ὁ Θεὸς πάσης τῆς γῆς Αἰγύπτου κύριον. Καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοὺς τῶν σκευῶν ὑμῶν. Τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῶν ἔσται. Εἴ τι ὑπάρχει ἐν τῇ τροπικὧς καλουμένῃ Αἰγύπτῳ, οὐκ Αἰγυπτίων ἐστὶν, ἀλλὰ τοῦ Ἰσραήλ. Διὰ τοῦτο καὶ ἐν τῇ ἐξόδῳ συσκευάζουσιν Ἑβραῖοι τοὺς Αἰγυπτίους, καὶ λαμβάνουσι σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ εἴ τι ἀγαθὸν ἐν Αἰγύπτῳ ἦν. Καὶ ἐγὼ ἀναβάσω σε εἰς τέλος. Πρέπουσα ἐπαγγελία τῷ Θεῷ, οὐ μόνον ἀναβιβάζειν, ἀλλὰ καὶ ἐπὶ τέλος φέρειν τὸν ἀναβιβαζόμενον.