Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 133
Not analysed yet
Τοῦ αὐτοῦ. Πρὸς τοὺς ἀπὸ τῆς Πεντατεύχου ζητοῦντας τὴν μετὰ ταῦτα ζωὴν φήσομεν Ἐπείπερ ἀψευδής ἐστιν ὁ εἰπὼν, Ἀσαβιβάσω σε, ἀνεβίβασεν ἐν τῇ ζωῇ ταύτῃ ὕστερον, καὶ μετὰ τὴν ἔξοδον ἀνεβίβασεν αὐτὸν, ὅτε μετὰ τοῦτο Ἰωσὴφ ἐπέβαλε τὰς ἑαυτοῦ χεῖρας τοῖς ὀφθαλμοῖς τοῦ σώματος Ἰακώβ. Ἀνεβίβασεν δὲ ὁ Θεὸς, ἀνάγων μετὰ τὸ τέλος τοῦ βίου ἐπὶ τὸ παῤ ἑαυτῷ τέλος τὸν Ἰσραήλ.