Ancient Greek
81 to 84
Origen, Selecta in Genesim 81-84
Not analysed yet
Οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χαναὰν. Αἱ θυγατέρες (6) Χαναὰν πονηραί εἰσιν, οὐκ ἐναντίον Ἡσαῦ, ἀλλʼ ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ. Ἰδὼν- δέ Κύριος ὁ Θεὸς, ὅτι μσεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς. Ἀνοίγει μήτραν ἐπὶ ἀγίων γεννήσει· κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυχῆς ἀνοίγει μήτραν, ἵνα γεννήσῃ Θεοῦ Λόγον ἡ ἐσομένη αὐτοῦ μήτηρ. Τοῦ αὐτοῦ. Πρώτη γὰρ (7) ἐτέκνωσε τῷ Θεῷ τὴν Ἰουδαίων συναγωγὴν καὶ πληθὺν ἡ ἐν χρόνῳ πρεσβυτέρα. Εἶπε δὲ αὐτῷ Λάδαν· Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωασάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Οὐκ ἔστι μὲν (8) οἰωνισμὸς ἐν Ἰακώβ· ὁ δὲ Λάθαν φησὶν, οἰωισέμην ἂν, ὡς ἀλλότριος τῆς τοῦ Ἰακὼβ προαιρέσεως, ἦς οὐ τέλεον ἀλλότριος ἦν, προστιθεὶς τῷ, οἰωνρισάμην, καὶ τὸ, Εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τ σῇ εἰσόδῳ.