Ancient Greek · ~1 min
Paragraph 16
Origen, Selecta in Numeros 16
Not analysed yet
Τοῦ αὐτοῦ. Εἰώθει ὁ Βαλαὰμ ταῖς αὐταῖς θυσίαις θεραπεύων προσκαλεῖσθαι τοὺς δαίμονας. Τοιαῦται γὰρ αἱ θυσίαι ἐτελοῦντο ἐν κόσμῳ τοῖς δαίμοσι. Διὰ τοῦτο οὖν ὁ Θεὸς θυσίαις ἀπαιτεῖ τὸν πρῶτον λαὸν, ἵνα διὰ τὸ προσφέρεσθαι τῷ Θεῷ, καταργηθῇ τὸ προσφέρεσθαι τοῖς δαίμοσιν εἰ καὶ τὰ μάλιστα σύμβολα ἦσαν.