Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 10-26
Not analysed yet
Τοῦ αὐτοῦ. Καὶ ὁ Παῦλός (4) φησιν· «Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλʼ ἐν πλαξὶ καρδίας σαρκίναις. Πλὰξ τοίνυν σαρκίνη ἐστὶ ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν τοῦ Θεοῦ νόμον. Ἔστι δὲ καὶ ψεκτὴ σὰρξ, ὡς τό· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. »Καὶ πάλιν ὁ Παῦλός φησι· «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. »Ἐνταῦθα γὰρ σὰρξ τὴν κακίαν σημαίνει.