Ancient Greek · ~2 min
1 to 2
Origen, Selecta in Psalmos [Dub.] 1-14-2
Not analysed yet
Εἰπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι, κ. τ. ἑ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι (16) διαφθείρονται, οὐχ ἡ φαύλη ἔννοια διαφθείρει τινὰ, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα ἡ κακία. Ἀπὸ διαθέσεως καρδιακῆς εἰπόντες μὴ εἷναι Θεὸν, ἀκολούθως λοιπὸν ὡς ἄθεοι ἐβίωσαν, καὶ τὸν βίον ἔσχον διεφθαρμένον καὶ πάσης ἀκαθαρσίας ἀνάπλεων. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κ. τ. ἑ. Οἱ λέγοντες (17) «Δοῦλοι ἀχρεῖοί ἐσμεν,» δυνάμει λέγουσιν, Ἠχρειώθημεν.