Ancient Greek · ~4 min
ψΑΛΜΟΣ ΙΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-11
Not analysed yet
Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ἑ. «Ἥξει ἐκ Σιὼν (18) ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. »Εἰ δὲ ἐκ Σιὼν ἔρέται ὁ Σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ Πατρὸς ἐξῆλθε καὶ ἦκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ Πατρός. Οὐ τὴν γενομένην σωτηρίαν τοῖς ἐπὶ Ἐζεχίου μόνον προσαγορεύει, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρόνοις γενομένην ἐκεῖθεν τοῦ Σωτῆρος ἡμῶν σωτήριον ἐπιφάνειαν. Πάντων γὰρ ἐκκλινάντων, ἀναγκαίως ἔδει λοιπὸν παρεῖναι τὸν δυνάμενον ἀφεῖναι ἁμαρτίας καὶ σῶσαι. «Ἐκ Σιὼν »δὲ, ὅτι ἐκ σπέρματος Ἰσραὴλ, καὶ ὅτι ἐκ Σιὼν ἥξεν ὁ ἐρχόμενος, ὡς γέΓραπται. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. »Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ γνώσεως καὶ ἀρετῆς ἐπὶ ἀγνωσίαν καὶ κακίαν ἀκούσιος μετάβασις. «Ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.» Ἀγαλλιάσεται μὲν ὁ πραττικὴν ἀπάθειαν κτησάμενος· εὐφραίνεται δὲ ὁ γνωσικῆς θεωρίας καταξιωθείς.