Ancient Greek · ~2 min
1 to 2
Origen, Selecta in Psalmos [Dub.] 1-141-2
Not analysed yet
Ἄσατε τῷ Κορίῳ ᾆσμα καινὸν, κ. τ. ἑ. Οὗτος ᾄδει (22) καινὸν ᾆσμα ὁ τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενος, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων, κ. τ. ἑ. Ὡς «οὐχ ὡραῖος (23) αἶνος ἐν στόματι ἀμαρτωλοῦ· »οὕτως οὐδὲ ἐν Ἐκκλησίᾳ πονηρευομένων, ἀλλʼ ἐν Ἐκκλησίᾳ ὁσίων· καὶ ἐν ταύτῃ μᾶλλον ἢ ἐν ἐνὶ, ἢ ἐν ὀλίγοις.