Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΜΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-69
Not analysed yet
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν, κ. τ. ἑ. Ἐπεὶ περὶ μὲν (24) τοῦ κατʼ εἰκόνα τὸ «ἐποίησεν »εἴρηται, περὶ δὲ τοῦ ἀπὸ τοῦ χοῦ τὸ «ἔπλασε, »καὶ ἡ ἁγία εὐφροσύνη ἐν τῷ κατʼ εἰκόνα ἐστί· διὰ τοῦτο Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν προστάσσεται εὐφραίνεσθαι. Υἱῶν δὲ Σιὼν βασιλεύει Χριστὸς, τουτέστι σοφία, λόγος, ἀλήθεια, ἐφʼ ᾧ ἀγαλλιάσθωσαν.