Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΝ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-142
Not analysed yet
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἀγίοις αὐτοῦ, κ. τ. ἑ. Μηδεὶς ἐξελθὼν (36) τὰ ἅγια αἰνείτω τὸν Θεόν· «Πῶς »γὰρ «ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; »Ἀλλοτρία δὲ γῆ τὰ μὴ ἅγια. Ἤ ἐπεὶ οὐ δοτέον τὰ ἅγια τοῖς κυσὶν, οὐδὲ βλητέον τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, ἡ δὲ αἴνεσις Κυρίου ἁγία καὶ μαργαρίτης· ἐν ἁγίοις αἰνετέον τὸν Θεὸν, καὶ οὕτε ἐν κυσὶν οὔτε ἐν χοίροις.