Ancient Greek · ~8 min
7 to 14
Origen, Selecta in Psalmos [Dub.] 7-45-14
Not analysed yet
Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν, κ. τ. ἑ. Ἀγαλλιάσονται (28) ἐπὶ τῶν κοιτῶν αὐτῶν, οἷς «ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· »οἳ καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦσιν, «οὐ κώμοις καὶ μέθαις, οὐ κοίταις καὶ ἀσελγείαις. »Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λὰρυγγι αὐτῶν, κ. τ. ἑ. Ὧν οὐ τάφος (29) ἀνεῳγμένος ὁ λάρυγξ, τούτων ὑψώσεις Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τῶν ἑτοίμως ἐχόντων ἐκδικεῖν πᾶσαν παρακοὴν, καὶ καθαιρούντων πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χεροῖν αὐτῶν, κ. τ. ἑ. Ῥομφαῖαί (30) εἰσι διαλογισμοὶ καὶ πράξεις ψυχῆς ἐκ κακίας καὶ ἀγνωσίας. Τοῦ αὐτοῦ. Ῥομφαία ἐστὶ (31) νοῦς λογικὸς ἐκκόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, κ. τ. ἑ. «Ἐκδίκησιν μὲν (32) ἐν τοῖς ἔθνεσιν, »ἐν τοῖς ἑτεροδόξοις· «ἐλεγμοὺς δὲ ἐν τοῖς λαοῖς, »τοῖς ἁμαρτάνουσι, κατὰ τὸν βίον νομιζομένοις ἐκκλησιαστικοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, κ. τ. ἑ. Ὁ συμβιβάζων (33) διδασκάλους ἑτεροδόξων καὶ τοὺς ἐν ἐκείνοις δοκοῦντας διὰ νομιζομένηνἱκανότητα ἐνδόξους, δεῖται βασιλεῖς αὐτῶν ἐν πέδαις, ἵνα μὴ προβαίνωσι τῷ λόγῳ αὐτῶν, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, ἵνα μηκέτι κρατῶσι τὸν πάλαι διὰ τὸ εὐεξαπάτητον κρατούμενον. Τοῦ αὐτοῦ. Δεσμός ἐστι (34) νοητὸς ἀπάθεια λογικῆς ψυχῆς· ἢ φόβος Κυρίου ἐκκλίνων ἀπὸ κακίας· ἢ διδασκαλία πνευματικὴ μὴ συγχωροῦσα τὸν νοῦν ἐπὶ τὴν κακίαν ὁδεύειν· ἢ ἀγάπη πνευματικὴ μηδὲν προτιμῶσα τῆς γνώσεως τοῦ Θεοῦ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἕγγραπτον, κ. τ. ἑ. Ποιοῦσιν οἱ ὅσιοι (35) κρῖμα ἔγγραφον καὶ γραφῆς τῆς ἐν πνεύματι ἄξιον ἐν τοῖς προειρημένοις βασιλεῦσι καὶ ἐνδόξοις· καὶ πάντα τὰ προειρημένα δόξα ἐστὶ πᾶσι τοῖς ὁσίοις τοῦ Θεοῦ, ὡς τὸν μὴ ἕχοντα ταῦτα μὴ εἶναι ὅσιον Θεοῦ.