Ancient Greek · ~2 min
ψΑΛΜΟΣ ΙΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-11
Not analysed yet
Τοῦ αὐτοῦ. Ἐν τοῖς τῆς Παλαιᾶς (20) «τὸ σωτήριον καλεῖσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διδασκόμεθα, καὶ κυρίως «τοῦ σωτηρίου »τῷ ὀνόματι διʼ ἐπαγγελίας τοῖς ἕθνεσιν ἀπήγγελται· φησὶ γὰρ ὁ Ἡσαΐας· «Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἅκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν. »Καὶ πάλιν ἐν Ψαλμοῖς εἵρηται· «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ. ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. »Καὶ πάλιν· «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἕλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. »