Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΕ΄
Origen, Selecta in Psalmos [Dub.] 2-12
Not analysed yet
Τοῦ αὐτοῦ. Εἰ ἀγαθὰ πᾶσαι ἀρεταὶ (27), χρήζει δὲ ἡ γνῶσις τῶν ἀρετῶν, πάντων ἅρα χρῄζει τῶν ἀγαθῶν ἡ γνῶσις. Καὶ μήποτε ἀγαθὰ εἵρηται τὰ μέσα, ὧν ἡ δικαία χρῆσις ἡμᾶς ἀγαθοὺς καὶ οὐ τὸν Θεὸν ἐργάζεται. «Εἰ γὰρ «τὰ ἀγαθὰ, »φησὶν Ἰὼβ, «ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἐνταῦθα γὰρ ἀγαθὰ τὰ ὑπάρχοντα ὠνόμασεν, ἅπερ παρὰ τὴν χρῆσιν τὴν καλὴν γίνεται ἀγαθά.