Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-31
Not analysed yet
Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀἰήθεις σου· αὐτά με ὡδήγησαν καὶ ἥγαγόν με εἰς ὁρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου, κ. «Ἐγώ εἰμι τὸ φῶς (2) τοῦ κόσμου, φησὶν ὁ Σωτ καὶ πάλιν «Ἐγώ εἰμι ἡ ἀλήθεια. »Ἐνταῦθα τὶν χρόνον ἐνήλλαξαν οἱ Ἑβδομήκοντα, καὶ ὡς γεγενζμένα εἰρήκασι τὰ ἐσόμενα. Οἱ δὲ ἄλλοι σαρέστερνεἰρήκασιν· «Ἀπόστειλον τὸ φῶς σου καὶ τὴνθειάν σου, ἅτινα ὁδηγήσει καὶ ἄξει ἡμᾶς εἰς τὸ ὅρο: τὸ ἄγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.» Σκηνώματ δὲ τὸν ναὸν προσηγόρευσεν· ὄρος δὲ λέγει τὴν Σιεὐντεἰς ὃ ἐπανελθεῖν ἀξιοῖ θείας τυχὼν τῆς εὐμενεία, Φῶς δὲ καὶ ἀλήθειαν τὴν δικαίαν καὶ σωτήριον ἐπιφάνειαν λέγει, ὥσπερ σκότος τὰς συμφοράς.