Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΜΕ',
Origen, Selecta in Psalmos [Dub.] 1-44
Not analysed yet
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, κ. τ. ἑ. Θεὸς μόνος (46) καταφυγὴ, διὸ ἐπὶ μηδένα ἄλλα καταφεύγωμεν. Εἰ δυνάμει ὁ δυνάμενος δύναται, Θεὸς δὲ τῶν ἀγίων ἡ δύναμις, Θεῷ ὁ ἅγιος δύναται. Ἀλλὰ καὶ βοηθὸς ἐν θλίψεσιν ὁ Θεὸς, ἵνα ἐν αὐταῖς καυχησώμεθα ὑπομένοντες αὐτάς. Ἐπίστησον δὲ τὸ, «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων· »ἑτέραι οὖσαι παρὰ τὰς μάστιγας τῶν ἁμαρτωλῶν. Καὶ διὰ τὸ στενὴν καὶ τεθλιμμένην εἶναι τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς ζωὴν, ἤν ὀλίγοι εὑρίσκουσι· μήποτε εὑρίσκουσιν αἱ θλίψεις τοὺς δικαίους. «Διὰ τοῦτο οὐ φοβηθησόμεθα, »καὶ ἐξῆς. Ἐν τῇ συντελείᾳ οἱ μὲν ἁμαρτωλοὶ ὄντες γῆ ταραχθήσονται, οἱ δὲ ἅγιοι, ὄρη, μετατεθήσονται τὴν μετάθεσιν τοῦ Ἑνώχ. Μετατέθειται δὲ καὶ ὄρος ὁ Ἰσραὴλ διὰ τὰ ἔθνη. Ἀπὸ κοινοῦ τὸ, «ἐν τῇ κραταιότητι αὐτοῦ, »ἵνʼ ᾖ «Διὰ τοῦτο οὐ φοβηθησόμεθα, ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι τὰ ὄρη »ἐν τῇ κραταιότητι αὐτοῦ.