Ancient Greek · ~3 min
14 to 16
Origen, Selecta in Psalmos [Dub.] 14-7-16
Not analysed yet
Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἰ πλησίον αὐτῆς ἀπενεχθήσοαταί σαι, κ. τ. ἑ. Αἱ ἀμίαντοι (43) καὶ καθαραὶ, καὶ διὰ τσῦτο παρθένοι ψυχαὶ ἐξελθοῦσαι, ἀπενεχθήσονται τῷ Χριστῷ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ὁ θάλαμος τοῦ βασιλέως, τουτέστι Χριστοῦ, καὶ ναός ἐστιν αὺ τοῦ· ἐπεὶ καὶ ὁ Θεός ἐστι, καὶ ἀντὶ τῶν πατριαρχῶ γεγόνασιν οἱ ἀπόστολοι. Τοῦ αὐτοῦ. Πλησίον ἡμῶν (44) εἰσιν ἣ πάντες ἀλ θρωποι, ἢ οἱ μὴ πάντη κατὰ τὰ δόγματα οἰκειοὐμενο. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι κ. τ. ἑ. Ἀντὶ Ἀβραὰμ (45), καὶ Ἰσαὰκ, καὶ κὼβ καὶ τῶν λοιπῶν τῶν εὐαρεστησάντων αὐτῷ τῇ Παλαιᾷ, ἐγεννήθησαν οἱ μαθηταὶ, καὶ ἡμςῖς οἱ αὐτῶν πιστεύσαντες, καὶ τὴν ἐκείνην πίστιν κλῃῶ νομήσαντες καὶ γνῶσιν. Κληρονομία γὰρ λογ ογικῆ φύσεώς ἐστι γνῶσις Θεοῦ.