Ancient Greek · ~4 min
2 to 6
Origen, Selecta in Psalmos [Dub.] 2-34-6
Not analysed yet
Τοῦ αὐτοῦ. Φεύγοντες τὴν πορνείαν (47), τῇ σωφροσύνῃ προσφύγομεν, καὶ κατὰ τῆς γαστριμαργίας μαχόμενοι, μετὰ τῆς ἐγκρατείας μαχόμεθα. Εἰ γὰρ προσφεύγομεν, καταφυγὴ ὀνομάζεται· εἰ δὲ σὺν αὐτῇ πολεμοῦμεν, δύναμις. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, κ. τ. ἑ. Θαλάσσας καὶ ὄρη (48) νῦν φύσεις λέγει λογικὰς ὑψουμένας καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τοῦ ποταμοῦ τὰ ὀρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, κ. τ. ἑ Τοῦ ποταμοῦ (49) τὰ ὁρμήματα κατὰ τὰς διαιρέσεις τῶν χαρισμάτων καὶ τὰς διαιρέσεις τῶν διακονιῶν. Βοηθεἵται ἡ πόλις τοῦ Θεοῦ, ἐγγιζούσης ἡμέρας. Γράφεται δὲ καὶ,« Βοηθήσει αὐτῆς τῷ προσώπῳ· »σώζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτον, ἡνίκα παρὰ τῶν ἀντικειμένων ταράσσεται. Τοῦ αὐτοῦ. Πόλις Θεοῦ (50) ἤτοι ἡ Ἐκκλησία, αὕτη ἡ λογικὴ ψυχή· ποταμοῦ δὲ ὁρμήματα, τὰ τοῦ Πνεύματος χαρίσματα. Ἐταράχθησαν ἔθνη, ἔκ. λιναν βασ λεῖαι, κ. τ. ἑ. Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ (51) ἔκλιναν αἱ βασιλεῖαι. «Ἔδωκε φωνὴν αὐτοῦ ὁ Χριστὸς, ἐσαλεύθη ἡ γῆ· ἀντὶ τοῦ, οἱ ἐπὶ τῆς γῆς, τῶν πανταχοῦ Ἐκκλησιῶν συνισταμένων.