Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-53
Not analysed yet
Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου, κ. τ. ἑ. Οὐδεὶς τῶν (37) ἁμαρτανόντων, μάλιστα παρὰ τὸν τῆς ἁμαρτίας καιρὸν, θέλοι ἂν ἵνα προσέχῃ αὐτῷ ἀνὴρ σεβάσμιος, πόσῳ ἧττον Θεός. Εἵτερ συιεῖς τὸ, «Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, »τὰ ἕρημα τοῦ λόγου τῆς κακίας χωρία καταλιπὼν, ἐλήλυθας ἐπὶ τὴν οἰκουμένην, καὶ ἐλθὼν κατῴκισας ἐν αὐτῇ. Καὶ ἐνωτίσας τὰ λόγια τοῦ Θεοῦ λέγε· «Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, »καὶ ἐνωτίσεται, ἀλλὰ καὶ μὴ ὑπεριδὼν δεομένου σου. Θάῤῥει ὡς οὐχ ὑπεροφθησόμενος εἰπεῖν· «Καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. »Ἀλλὰ καὶ εἰ προσέχεις Θεῷ, πεποιθὼς αὐτῷ, λέγε τό· «Πρόσχες μοι· »ἔτι δὲ εἰ ἤκουσας αὐτοῦ, εἰσακούσεταί σου. Ἀλλὰ εἰ καὶ, ὡς ὁ Ἀπόστολος διὰ φιλανθρωπίαν λυπούμενος, κλαίεις μετὰ κλαιόντων, καὶ στενάζεις ἐν τῷ σκήνει βαρούμενος, εἰπὲ τό· «ἐλυπήθην, »καὶ τὰ ἐξῆς. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, κ. τ. ἑ. Ἢ ἀδολεσχίαν (38) ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐπὶ τῆς Ἄννης· «Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα. »Καὶ ὅσα δὲ πράττομεν ἢ λέγομεν παρὰ τὸν ὀρθὸν λόγον, ἀδολεσχία ἐστὶ, ὡς καὶ ὅσα εἰκῆ λαλοῦμεν. Κατέγνω οὖν ἑαυτοῦ ἐπὶ τῷ τεταράχθαι, καὶ τὴν τῆς ψυχῆς ἀπολωλεκέναι γαλήνην «ἐπὶ τῇ φωνῇ τοῦ ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. »Ἐξομολογεῖται οὖν, διδάσκων ἡμᾶς ὁ Προφήτης ἐξομολογεῖσθαι, τὸ πρόσωπον ἡμῶν ἀναλαβών.