Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΝΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-37
Not analysed yet
Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, κ. τ. ἑ. Εὐχαριστεῖ (36), πρὸς τὸ «Ἐν τῷ ὀνόματί σῶσόν με, »ἀποδιδοὺς τὸ, «Ἐξομολογήσομαι τῷ ὀνόματί σου. »Καὶ πρὸς τὸ, «Ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμὲ, »τὸ, «Ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. »Ἀγαθὸν τὸ τὰ τέως μὴ ὁρώμενα ἐχθρὰ ἡμῶν, ἂν ἔτι λανθάνωνται ἡμᾶς, ἤδη ποτὲ θεωρηθῆναι ,καθὸ ἐχθρά ἐστι. Ποίου δὲ ὀφθαλμοῦ καὶ τοῦτο ἔργον ἐστὶν ἢ τοῦ διορατικοῦ καὶ ἱκανοῦ βλέπειν τὸ φίλον; Ὁ δὲ μὴ διορατικὸς ὀφθαλμὸς, ἀπατώμενος καὶ παρορῶν, τὸ ἐχθρὸν ὡς φίλον βλέψεται, καὶ τὸ φίλον ὡς ἐχθρόν.