Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ε΄.
Origen, Selecta in Psalmos [Dub.] 9-4
Not analysed yet
Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, κ. τ. ἑ. Ἐχθρῶν ἐμποδιζόντων (25) τὴν ὁδόν σου φανερωθῆναι ἐν ὀφθαλμοῖς μου, σὺ κατεύθυνον αὐτὴν ἐνώπιόν μου. Οἶδα γὰρ αὐτοὺς ἐν οἷς περὶ ὁδοῦ ἐπαγγέλλονται, μὴ ἀληθεύοντας, τῷ μὴ εἶναι ἐν τῷ στόματι αὐτῶν ἀλήθειαν, καὶ ματαίαν εἶναι αὐτῶν τὴν καρδίαν. Πάντα δὲ τὰ ἐκφωνούμενα ἐν τῷ λάρυγγι αὐτῶν νεκρά ἐστι, τῷ εἶναι αὐτὸν τάφον ἀνεῳγότα. Ἀλλὰ καὶ λελογισμένοι σόφισμά τινές εἰσιν οἱ λόγοι αὐτῶν.