Ancient Greek · ~1 min
98 to 99
Origen, Selecta in Psalmos [Dub.] 98-99
Not analysed yet
Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τόν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι, κ. τ. ἑ. Ἡ σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως, ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν· τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνωστικόν· Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω, κ. τ. ἑ. Ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν Θεὸν, οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ.