Ancient Greek · ~3 min
7 to 10
Origen, Selecta in Psalmos [Dub.] 7-28-10
Not analysed yet
Τοῦ αὐτοῦ. Ἐνταῦθα προδήλως (1) τὸν Χριστὸν λέγει Θεόν. «Πᾶσαν γὰρ «τὴν κρίσιν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, κ. τ. ἑ. Περὶ τῶν (2) μετὰ τὴν παρουσίαν Χριστοῦ ἀθετουμένων παρὰ Ἰουδαίοις θυσιῶν ταῦτα ἁρμόσει προφητεύεσθαι. Ἤ οὐδὲ πονηρᾷ, φησὶ, διαθέσει πρόσαγε ἐφʼ ᾧ τὸν Κάϊν διήλεγξα. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κ. τ. ἑ. Πάντα λέγει (3) εἶναι ὑπὸ τὴν πρόνοιαν τοῦ Θεοῦ. «Οὐχὶ γὰρ δύο στρουθία τοῦ ἀσσαρίου πωλεῖται. καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; »Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; κ. τ. ἑ. Ἀναιρεῖ θυσίας (4) αἰσθητάς· «θυσία »γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.