Ancient Greek · ~4 min
21 to 23
Origen, Selecta in Psalmos [Dub.] 21-5-23
Not analysed yet
Καὶ ὑπέμεινα συλλυπούμενον, κοὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον, κ. τ. ἑ. Οὐκ εἴρηται (20) συλλυπούμενόν μοι, ἀλλὰ «συλλυπούμενον, »τὸν κλαίοντα μετὰ κλαιόντων· οὐδὲ παρακαλοῦντά με, ἀλλὰ παρακαλοῦντα τὸν δυνάμενον εἰπεῖν· «Παρακαλοῦμεν τοὺς ἐν θλίψει. »Ἤ τάχα συλλυπεῖται Χριστῷ καὶ παρακαλεῖ αὐτὸν ὁ ἐνὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ταῦτα ποιῶν, ὡς καὶ ἐπὶ τοῦε Ἐπείνασα »λέγεται. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισὰν με ὄξος, κ. τ. ἑ. Ταῦτα πάντα (21) γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ. Τοῦ αὐτοῦ. Οἶνος τραπεὶς (22) γεννᾷ ὄξος, καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν. Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς σκἁνδαλον, κ. τ. ἑ. Τράπεζα τῶν Ἰουδαίων (23) ἐστὶν ἡ παλαιὰ Διαθήκη, ἐν ἢ σκανδαλίζονται, τὰ περὶ Χριστοῦ μὴ νοοῦντες. Αὕτη γὰρ κηρύσσει Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἕθνεσι δὲ μωρίαν.