Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 13-11
Not analysed yet
Καὶ κλῖνον τὸ οὖς σου, κ. τ ἑ. «Κλῖνον τὸ οὖς σου (41),» πρὸς τὴν Ἐκκλησίαν φησὶν ὁ Παπήρ. Ἐπαινετὴ δὲ ἡ λήθη, αἰτία τοῦ ἐπιθυμηθῆναι τὸ κάλλος τοῦ ἐπιλαθομένου ὑπὸ τοῦ βασιλέως. Ἕτειτο αἰτία τῆς δόξης ἥν ἔχει ἡ Ἐκκλησία, ἐν τῷ κρυπτ τῆς καρδίας ἐστὶ, καὶ ἡ δόξα αὐτῆς ἔνδον ἐστὶν ἐνδ μασιν ἀληθέσι τοῖς κατὰ σοφίαν Θεοῦ, καὶ συνειδότι πλήρει παῥῤησίας. Διὰ τοῦτο λέγεται περὶ αὐ̣?ζ’ «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν· καὶ ἔστιν ἡ δόξα αὐτῆς δόξα ὁποίαν ἔχει ἃν βασιλἐυς θυγάτηρ. Βασιλεὺς δὲ νῦν ὁ Θεὸς λέγεται. Ἀλλὰ καὶ τὰ ἐνδύματα αὐτῆς ποικίλα κατὰ τὰς ἀρετάς. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, κ. τ. ἑ. Πᾶσα ἡ δόξα (42) τῆς Ἐκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατʼ ἀρετὴ καὶ γνῶσιν θεωρουμένη.