Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 122
Not analysed yet
Τοῦ αὐτοῦ. Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν («εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω»), οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν. Ἀλλὰ τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἀγγελικὸν ἕχουσι βίον· διὸ καὶ οἱ ἀγραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ἀγγέλων ψαλλόντων, ἀλλʼ ἀνυμνούντων καὶ λεγόντων· «Δόξα ἐν ὑψίστοις Θεῷ, »καὶ τὰ ἑξῆς. Ἔστι τοίνυν εὐθυμία ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν ἀληθινῶν δογμάτων προσγινομένη· ὕμνος δέ ἐστι δοξολογία.